Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.302 Joseph. AJ 2.307 (English) >>Joseph. AJ 2.311

2.305μηδʼ ὑπὸ ταύτης δὲ τῆς πληγῆς σωφρονιζομένου τοῦ βασιλέως χάλαζα μήτε πρότερον τοῦ κατʼ Αἴγυπτον ἀέρος τοῦτο πεπονθότος μήθʼ ὁμοία τῇ παρʼ ἄλλοις ὥρᾳ χειμῶνος κατιούσῃ, μείζων δὲ τῆς παρὰ τοῖς τὰ βόρεια καὶ τὴν ἄρκτον νεμομένοις, ἔαρος ἀκμάζοντος κατενεχθεῖσα τοὺς καρποὺς αὐτῶν κατέκλασεν. 2.306ἔπειτα φῦλον ἀκρίδων ἐπινέμεται τὴν ὑπὸ τῆς χαλάζης μὴ καταβλαβεῖσαν σποράν, ὥστε πρὸς ἀκριβὲς πάσας τοῖς Αἰγυπτίοις τὰς ἀπὸ τῆς γῆς τῶν καρπῶν ἐλπίδας διολέσαι. 2.307

Ἤρκει μὲν οὖν τὸν δίχα πονηρίας ἀνόητον καὶ τὰ προειρημένα τῶν κακῶν εἰς σύνεσιν καὶ τοῦ συμφέροντος τὴν ἐπίνοιαν ὠφελῆσαι, Φαραώθης δὲ οὐ τοσοῦτον ὑπὸ ἀφροσύνης ὅσον ὑπὸ κακίας ὅμως αἰσθόμενος γὰρ τῆς αἰτίας ἀντεφιλονείκει τῷ θεῷ καὶ τοῦ κρείττονος ἑκὼν προδότης ἐγένετο, καὶ κελεύει μὲν τὸν Μωυσῆν μετὰ γυναικῶν καὶ παίδων ἀπάγειν τοὺς Ἑβραίους, τὴν δὲ λείαν αὐτοῖς καταλιπεῖν ἐφθαρμένης αὐτοῖς τῆς οἰκείας. 2.308τοῦ δὲ Μωυσέος οὐχὶ δίκαια φήσαντος αὐτὸν ἀξιοῦν, δεῖν γὰρ αὐτοὺς τῷ θεῷ τὰς θυσίας ἐκ τῆς λείας ἐπενεγκεῖν, καὶ τριβομένου διὰ ταύτην τὴν αἰτίαν τοῦ χρόνου σκότος βαθὺ καὶ φέγγους ἄμοιρον περιχεῖται τοῖς Αἰγυπτίοις, ὑφʼ οὗ τάς τε ὄψεις ἀποκλειομένοις καὶ τὰς ἀναπνοὰς ἐμφραττομένοις ὑπὸ παχύτητος οἰκτρῶς τε ἀποθνήσκειν συνέβαινε καὶ δεδιέναι μὴ καταποθῶσιν ὑπὸ τοῦ νέφους.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.302 Joseph. AJ 2.307 (English) >>Joseph. AJ 2.311

Powered by PhiloLogic